Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.420 Joseph. BJ 6.427 (English) >>Joseph. BJ 6.434

6.423οἱ δʼ ἐνστάσης ἑορτῆς, πάσχα καλεῖται, καθʼ ἣν θύουσιν μὲν ἀπὸ ἐνάτης ὥρας μέχρις ἑνδεκάτης, ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν οὐκ ἐλάσσων ἀνδρῶν δέκα, μόνον γὰρ οὐκ ἔξεστιν δαίνυσθαι, πολλοὶ δὲ καὶ συνείκοσιν ἀθροίζονται, 6.424τῶν μὲν θυμάτων εἰκοσιπέντε

-- --

μυριάδας ἠρίθμησαν, πρὸς δὲ πεντακισχίλια ἑξακόσια. 6.425γίνονται ἀνδρῶν, ἵνʼ ἑκάστου δέκα δαιτυμόνας θῶμεν, μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων· 6.426οὔτε γὰρ λεπροῖς οὔτε γονορροιϊκοῖς οὔτε γυναιξὶν ἐπεμμήνοις οὔτε τοῖς ἄλλως μεμιασμένοις ἐξὸν ἦν τῆσδε τῆς θυσίας μεταλαμβάνειν, 6.427ἀλλʼ οὐδὲ τοῖς ἀλλοφύλοις, ὅσοι κατὰ θρησκείαν παρῆσαν, πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται. 6.428τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος, καὶ ναστὴν πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. 6.429πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων· ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δʼ ᾐχμαλωτίσαντο Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον, 6.430εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων, οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπʼ ἀλλήλων, τὸ πλέον δʼ ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι. 6.431δεινὴ δʼ ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων, ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως, τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.420 Joseph. BJ 6.427 (English) >>Joseph. BJ 6.434

Powered by PhiloLogic